TLG 0606 001 :: RUFUS :: Ars rhetorica

RUFUS Soph.
(Perinthius: A.D. 2)

Ars rhetorica

Source: Spengel, L. (ed.), Rhetores Graeci, vol. 1. Leipzig: Teubner, 1853 (repr. Frankfurt am Main: Minerva, 1966): 463–470.

Citation: Page — (line)

463

(1t)

ΡΟΥΦΟΥ
2tΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ.
3 αʹ. Ἡ ῥητορική ἐστιν ἐπιστήμη τοῦ καλῶς καὶ πει‐ στικῶς πάντα τὸν προκείμενον διαθέσθαι λόγον.
5 βʹ. Εἴδη τοῦ ῥητορικοῦ ἐστι τέσσαρα, δικανικὸν συμ‐ βουλευτικὸν ἐγκωμιαστικὸν ἱστορικόν. Δικανικὸν μὲν οὖν ἐστιν ἐν ᾧ κατηγοροῦμεν ἢ ἀπο‐ λογούμεθα, ἢ ἄλλως ἐν δικαστηρίῳ ἀμφισβητοῦμεν. Συμβουλευτικὸν δὲ ἐν ᾧ προτρέπομέν τινα ἢ ἀπο‐
10τρέπομεν. Ἐγκωμιαστικὸν δὲ ἐν ᾧ ἐγκωμιάζομέν τινα ἢ ψέ‐ γομεν. Ἱστορικὸν δὲ ἐν ᾧ διηγούμεθα πράξεις τινὰς μετὰ κόσμου ὡς γεγενημένας.
15 γʹ. Μέρη δὲ τοῦ δικανικοῦ λόγου τέσσαρα, προοί‐ μιον, διήγησις, ἀπόδειξις, ἐπίλογος.
17tΠΕΡΙ ΠΡΟΟΙΜΙΟΥ.
18 δʹ. Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροα‐ τὴν εἰς τὴν προκειμένην ὑπόθεσιν ἐπιτήδειον. ἔργον δὲ
20αὐτοῦ τό τε προσεκτικοὺς τοὺς ἀκροατὰς παρασκευάζειν πρὸς τὰ ῥηθησόμενα, καὶ τὸ εὔνοιαν ἢ μῖσος ἀπεργά‐ ζεσθαι. εʹ. Λαμβάνεται δὲ τὰ προοίμια ἀπὸ προσώπου, ἤτοι
τοῦ ἰδίου, ὅταν ἑαυτοὺς συνιστῶμεν, οἷον πρῶτον μέν,463

464

ὦ Ἀθηναῖοι, θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔ‐ νοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι καὶ παρ’ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα. ἢ ἀπὸ τῶν ἀντιδίκων τὰ προοίμια λαμβάνεται,
5ὅταν αὐτοὺς διαβάλλωμεν, οἷον τὴν μὲν ἀσέλγειαν, ὦ Ἀθηναῖοι, καὶ τὴν ὕβριν ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδένα ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι. στʹ. Ἔστι δὲ προοίμια λαβεῖν καὶ ἀπὸ τῶν δικαστῶν,
10ὅταν αὐτοὺς προσάγωμεν τῷ πράγματι, οἷον εἰδότες ὑμᾶς, ὦ Ἀθηναῖοι, καὶ τοῖς ἀδικουμένοις προθύμως βοηθεῖν εἰθισμένους, καὶ τοῖς εὐεργέταις μεγίστην χά‐ ριν ἀποδιδόντας, ἥκομεν ἱκετεύσοντες μὴ περιϊδεῖν ἡμᾶς ὑπὸ Θηβαίων ἀναστάτους γεγενημένους.
15 ζʹ. Ἔστι προοίμια λαβεῖν καὶ ἀπὸ τῶν συνηγορουμέ‐ νων, ὅταν, αὐτῶν ὡς ἀδυνάτων ὑπεραπολογεῖσθαι, λέ‐ γωμεν, οἷον τὴν μὲν ἀπειρίαν τοῦ λέγειν καὶ ὡς ἀδυ‐ νάτως ἔχει Φορμίων, πάντες ὁρᾶτε, ὦ δικασταί. ηʹ. Ἔτι δ’ ἔστι προοίμια λαβεῖν καὶ ἀπὸ τῶν θεῶν,
20ὅταν τὴν αὐτῶν εὔνοιαν ἐκφαίνωμεν· οἷον ἐπὶ πολ‐ λῶν ἄν τις ἴδοι, ὦ δικασταί, τὴν παρὰ τῶν θεῶν εὔνοιαν τῇ πόλει φανερὰν γιγνομένην, οὐχ ἥκιστα δ’ ἐν τοῖς παροῦσι πράγμασιν. θʹ. Ἀπὸ δὲ πραγμάτων λαμβάνεται τὰ προοίμια,
25προαγγελίᾳ, συγκρίσει, μερισμῷ, ἐφόδῳ, χρόνῳ, αἰτίᾳ, γνώμῃ. ιʹ. Προαγγελία μὲν οὖν ἐστὶ δήλωσις κεφαλαιώ‐ δης περὶ ὧν λέγειν μέλλομεν· οἷον ἀλλ’ εἴπερ ἄρα ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, περὶ τοῦ Χερρόννη‐
30σον ἔχειν ἡμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀπο‐ στερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου μοι ἔστιν ἅπασα
ἡ σπουδή.464

465

ιαʹ. Σύγκρισις δέ ἐστι προσώπων ἢ πραγμάτων ἐξέ‐ τασις· προσώπων μὲν οὖν οὕτως· ἔδει μέν, ὦ Ἀθη‐ ναῖοι, τοὺς λέγοντας ἅπαντας μήτε πρὸς ἔχθραν ποιεῖ‐ σθαι τοὺς λόγους μηδένα, μήτε πρὸς χάριν, ἀλλ’ ὃ βέλ‐
5τιστον ἕκαστος ἡγεῖτο, τοῦτο ἀποφαίνεσθαι· πραγμά‐ των δὲ οὕτως· ἀντὶ πολλῶν, ὦ Ἀθηναῖοι .. συγκρίνει γὰρ συμφέρον καὶ χρήματα. ιβʹ. Μερισμὸς δ’ εἰς μέρη τῆς δικαιολογίας περιγρα‐ φή, οἷον ἐξελέγξω, πρῶτον μὲν ὡς αὐτὸς ὑβρίσθην,
10ἔπειτα ὑμεῖς ὅσα ἠδίκησθε, μετὰ ταῦτα δὲ καὶ τὸν ἄλ‐ λον αὐτοῦ βίον ἐξετάσω καὶ δείξω πολλῶν θανάτων, οὐχ ἑνός, ὄντα ἄξιον. ιγʹ. Ἔφοδος δ’ ἔστιν εὔλογος αἰτία διηγήσεως, οἷον βούλομαι δ’ ἕκαστα ὧν πέπονθα ἐπιδείξας καὶ περὶ τῶν
15πληγῶν εἰπεῖν, ἃς τὸ τελευταῖον προσέτεινέ μοι· οὐδὲν γάρ ἐστιν ἐφ’ ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολω‐ λέναι φανήσεται. ιδʹ. Τὰ δ’ ἀπὸ χρόνου λαμβανόμενα προοίμιά ἐστιν εὑρεῖν πανταχοῦ, καὶ ἐν τῷ πρώτῳ λόγῳ· ὁ μὲν οὖν
20παρὼν καιρός. ιεʹ. Ἡ δ’ αἰτία, δι’ ἣν ἐπὶ τὸν ἀγῶνά τις ἀπήντηκε, σύστασιν ἔχει τοῦ πράγματος, ὡς ἐν τῷ κατὰ Νεαίρας· πολλὰ μὲν ἦν τὰ παρακαλοῦντα, ὦ Ἀθηναῖοι, γράψα‐ σθαι Νέαιραν τὴν γραφὴν ταυτηνί. ἡ γὰρ γνώμη σεμ‐
25νοτέραν τὴν προκατάστασιν τοῦ λόγου ποιεῖ, ὡς ὁ Θου‐ κυδίδης πανταχῆ.
27tΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
28 ιστʹ. Διήγησίς ἐστι τῶν ἐν τῇ ὑποθέσει πραγμάτων δήλωσις, περὶ τὸ τοῦ λέγοντος μέρος ῥέπουσα. ἀρεταὶ
30δὲ διηγήσεως τρεῖς, σαφήνεια, συντομία, πιθανότης.465

466

ιζʹ. Σαφήνεια μὲν οὖν λέγεται, ὅταν μήτε λέξεσι ξέ‐ ναις χρώμεθα μήτε διανοίαις μήτε ὑπερβατοῖς. ιηʹ. Συντομία δὲ ὅταν αὐτὰ μόνα τὰ ἀναγκαῖα δι‐ εξίωμεν μήτε πόρρω ἀρχόμενοι μήτε ἐπὶ μακρότατα
5παυόμενοι. ιθʹ. Πιθανότης δὲ ὅταν τὰ ἀληθῆ καὶ δυνάμενα πι‐ στευθῆναι δηλῶμεν. κʹ. Τρόποι δὲ τέσσαρες, διήγησις, παραδιήγησις, προδιήγησις καὶ ὑποδιήγησις.
10 καʹ. Διήγησις μὲν οὖν ἐστίν, ὥσπερ ἔφημεν, ἁπλῆ τῶν γεγενημένων φράσις, οἷον ἐπεὶ γὰρ οὐ καθεστη‐ κότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ τρίτον ἔτος τουτί, παρούσης δὲ τῆς ἐκκλησίας ἐν ᾗ τὸν ἄρχοντα ἐπικληροῦν ὁ νόμος τοῖς χοροῖς τοὺς αὐλητὰς κελεύει, λόγου καὶ
15λοιδορίας γενομένης, καὶ κατηγοροῦντος τοῦ μὲν ἄρχον‐ τος τῶν ἐπιμελητῶν τῆς φυλῆς, τῶν δ’ ἐπιμελητῶν τοῦ ἄρχοντος, παρελθὼν ὑπεσχόμην ἐγὼ χορηγήσειν ἐθε‐ λοντής. κβʹ. Παραδιήγησις δέ ἐστιν ἡ πρὸς τὸ χρήσιμον τοῦ
20ὑποκειμένου λόγου ἔξωθεν προστιθεμένη καὶ παραλαμ‐ βανομένη διήγησις ἐν τρόπῳ ἀφηγήσεως, οἷον ἐπεὶ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος, Ὀλύμπια ἐποίει· εἰς δὲ τὴν θυσίαν ταύτην καὶ τὴν πανήγυριν πάντας τοὺς τεχ‐ νίτας συνήγαγεν. ἑστιῶν δ’ αὐτοὺς καὶ στεφανῶν τοὺς
25νενικηκότας, Σάτυρον τουτονὶ τὸν κωμικὸν εἶδεν ὑπο‐ κριτήν, ὃς οὐδὲν ἐπαγγέλλεται. καὶ ὁ Ξενοφῶν· ἐν‐ ταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη Μίδου καλουμένη τῶν Φρυγῶν βασιλέως, ἐφ’ ᾗ λέγεται Μίδας τὸν Σάτυρον θηρεῦσαι οἴνῳ κεράσας αὐτόν. καὶ πάλιν· ἐνταῦθα
30λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν νικήσας ἐρίζοντά οἱ περὶ σοφίας, καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ, ὅθεν αἱ
πηγαί· διὰ τοῦτο δὲ ὁ ποταμὸς καλεῖται Μαρσύας.466

467

κγʹ. Προδιήγησίς ἐστιν ἡ πρὸ τῆς εἰς τὸ πρᾶγμα τε‐ λούσης διηγήσεως αἰτία παραλαμβανομένη, δι’ ἣν ἐπὶ τὸν ἀγῶνά τις ἀπήντηκεν, οἷον ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι καὶ
5θεῶν ἐχθρῷ, ᾧ τελευτῶσα ὅλη προσέκρουσεν ἡ πόλις, Ἀνδροτίωνι λέγω. κδʹ. Ὑποδιήγησις δὲ ὅταν μετὰ τῶν πραγμάτων καὶ τὰς γνώμας τῶν πραξάντων ἑκάστου καὶ τὰς αἰτίας λέ‐ γωμεν, οἷον οὐκ ἦν τοῦ πρὸς ἡμᾶς πολέμου πέρας
10οὐδ’ ἀπαλλαγὴ Φιλίππῳ, εἰ μὴ Θηβαίους καὶ Θετταλοὺς ἐχθροὺς ποιήσειε τῇ πόλει· ἀλλὰ καίπερ ἀθλίως καὶ κακῶς τῶν στρατηγῶν τῶν ἡμετέρων πολεμούντων αὐ‐ τῷ, ὅμως ὑπὸ τοῦ πολέμου καὶ τῶν λῃστῶν μυρία ἔπα‐ σχε κακά.
15tΠΕΡΙ ΑΠΟΔΕΙΞΕΩΣ.
15 κεʹ. Ἀπόδειξίς ἐστι τῶν ἀμφισβητουμένων ἐν τῇ ὑπο‐ θέσει πραγμάτων εἰς ὁμολογίαν ἀποκατάστασις. ἀπο‐ δείκνυται δ’ ἕκαστον πρᾶγμα ἐκ τῶν ἐπιχειρημάτων. κϛʹ. Ἐπιχείρημα δέ ἐστιν ἐπινόημα ὃ κατασκευάζει τὸ ζητούμενον. τῶν δ’ ἐπιχειρημάτων τρόποι τέσσα‐
20ρες· τὰ μὲν γὰρ λαμβάνεται ἀπὸ προσώπων, τὰ δὲ ἀπὸ πραγμάτων, τὰ δὲ ἀπὸ παραδειγμάτων, τὰ δὲ ἀπὸ τῶν ἀτέχνων. κζʹ. Τὰ μὲν οὖν ἐκ προσώπων λαμβανόμενα θεωρεῖ‐ ται ἀπὸ τούτων ἀφ’ ὧν καὶ τὰ ἐγκώμια, γένους, φύσεως,
25ἀγωγῆς, τύχης, ἐπιτηδευμάτων, πράξεων, διαθέσεων. κηʹ. Τὰ δὲ ἐκ τῶν πραγμάτων ἀπὸ οὐσίας καὶ ἰδιότη‐ τος. οὐσία δὲ τὸ κοινῶς καὶ γενικῶς θεωρούμενον, οἷον τί φόνος; τί ἱεροσυλία; τί μοιχεία; οὐσία δὲ καὶ τὰ θε‐
τικά, οἷον τί φύσει καλόν; ἡ εἰρήνη· τί φύσει φαῦ‐467

468

λον; ὁ πόλεμος. ἰδιότης δὲ ὅταν τὸ ἴδιον τοῦ ὑποκειμέ‐ νου πράγματος θεωρῶμεν, ἐκ μὲν τοῦ κατηγόρου, κατὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐκ δὲ τοῦ φεύγοντος, κατὰ τὰς εὐλόγους αἰτίας. συνεστᾶσι δὲ αἱ ὑποθέσεις ἐξ αἰτίου
5καὶ συνέχοντος καὶ κρινομένου. αἴτιον μὲν οὖν δι’ ὃ ἡ κατηγορία, συνέχον δὲ δι’ ὃ ἡ ἀπολογία, τὸ δὲ κρινόμε‐ νον τοῖς δικασταῖς καταλείπεται. κθʹ. Τὰ δὲ ἐκ τῶν παραδειγμάτων λαμβανόμενα θεωρεῖται ἀπὸ τριῶν χρόνων. ἢ γὰρ γεγενημένου τοῦ
10πράγματος μνημονεύομεν, καὶ τοῦτο καλεῖται παρά‐ δειγμα. ἢ γινομένου καὶ συμβαίνοντος, καὶ τοῦτο καλεῖ‐ ται παραβολή· ἢ οὔτε γεγενημένου οὔτε γινομένου, ἀλλ’ ὑποτιθεμένου τοῦ ῥήτορος εἰ τὸ καὶ τὸ γένοιτο, τί ἂν συμβαίη, καὶ καλεῖται καθ’ ὑπόθεσιν.
15 λʹ. Παράδειγμα μὲν οὖν ἐστὶ γεγενημένου πράγμα‐ τος ἀπομνημόνευσις πρὸς ὁμοίωσιν τοῦ ζητουμένου, οἷον ἐκεῖνοι τοίνυν οἷς οὐκ ἐχαρίζονθ’ οἱ λέγοντες, οὐδ’ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω
20δὲ ἢ μύρια τάλαντα εἰς τὴν ἀκρόπολιν ἀνήγαγον· καὶ τὰ ἑξῆς. λαʹ. Παραβολὴ δέ ἐστιν ὄντος καὶ γινομένου πράγμα‐ τος ἀπομνημόνευσις πρὸς ὁμοίωσιν τοῦ ζητουμένου· ὥσπερ γὰρ οἰκίας, οἶμαι, καὶ πλοίου, καὶ τῶν ἄλλων
25τῶν τοιούτων τὰ κάτωθεν ἰσχυρότερα εἶναι δεῖ, οὕτω καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας. λβʹ. Τὸ δὲ καθ’ ὑπόθεσιν οὔτε γεγενημένου οὔτε γινομένου πράγματος δήλωσις, ἀλλ’ ὑποτιθεμένου τοῦ
30ῥήτορος εἰ τὸ καὶ τὸ γένοιτο, τί ἂν συμβαίη, οἷον φέρε,
ἂν δὲ δὴ πέμψας πρὸς ἡμᾶς Λεύκων ἐρωτᾷ τί ἔχοντες468

469

ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῃρή‐ μεθα, τί πρὸς θεῶν ἐροῦμεν. λγʹ. Τὰ δ’ ἐκ τῶν ἀτέχνων θεωρεῖται ἐκ τῶν ἐγγρά‐ φων, νόμων, συμβολαίων, διαθηκῶν. ἄτεχνα δὲ καλεῖ‐
5ται ἐπεὶ μηδεμιᾶς ἐστὶ τέχνης ἀναγνῶναί τι ἔγγραφον καὶ δι’ αὐτοῦ δεῖξαι τὸ πρᾶγμα. λδʹ. Ἕπεται δὲ τῷ ἐπιχειρήματι ἐνθύμημα καὶ γνώμη. λεʹ. Ἐνθύμημα μὲν οὖν ἐστὶ τὸ τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα, προσαγόμενον τῷ ζητήματι
10ἐν μιᾷ περιόδῳ, οἷον ὥσπερ οὖν διὰ τούτων ἤρθη μέ‐ γας, ἡνίκα ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς ᾤοντό τι πράξειν· οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων καθαι‐ ρεθῆναι πάλιν, ἐπεὶ πάνθ’ ἕνεκα ἑαυτοῦ ποιῶν ἐξελή‐ λεγκται.
15 λϛʹ. Γνώμη δέ ἐστι κοινόν τι πρᾶγμα ὅπως δέον γί‐ νεσθαι ἀποφαινόμενον, οἷον πέρας μὲν ἅπασιν ἀν‐ θρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ. δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασι τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλο‐
20μένους ἐλπίδα, φέρειν δ’ ὅ τι ἂν ὁ θεὸς διδῷ γενναίως. λζʹ. Ταῦτα ἤρτηται ἐκ προτάσεων καὶ ὑποφορῶν καὶ ἀνθυποφορῶν. ληʹ. Πρότασις μὲν οὖν ἐστὶν ἐν μὲν κατηγορίᾳ ἡ τοῦ ἐγκλήματος αἰτία, ἐν δὲ συμβουλῇ ἡ τῆς ἀξιώσεως δή‐
25λωσις. λθʹ. Ὑποφορὰ δέ ἐστι τὸ ὑποβαλεῖν ἔννοιάν τινα, εἶτα ἀπαντῆσαι. προσέοικε δὲ ἡ μὲν ὑποφορὰ τοῖς συμ‐ βουλευτικοῖς λόγοις, ἡ δὲ ἀνθυποφορά, ἤτοι τὸ ὑπενεγ‐ κεῖν τὸν λόγον, ᾧ χρῆται ὁ ἀντίδικος, τοῖς δικανικοῖς.
30μʹ. Διείληπται δὲ ὁ δικανικὸς λόγος καὶ ὁ συμβου‐
λευτικὸς τοῖς κατὰ διάνοιαν καὶ κατὰ λέξιν σχήμασι.469

470

(1t)

ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ.
2 μαʹ. Ἐπίλογός ἐστιν ὁ ἐπὶ τοῖς ἀποδεδειγμένοις λό‐ γοις λεγόμενος πρὸς αὔξησιν ἢ ὀργήν, ἢ περὶ τὸν δικα‐ στὴν ἢ τοὐναντίον, ἤτοι πρὸς ἀνάμνησιν, ὅπερ ἀνακε‐
5φαλαίωσιν καλοῦμεν.470